Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52.12 Dem. 52.15 (English) >>Dem. 52.19

52.14ἐπειδὴ ᾔσθετο ἀδυνάτως ἤδη ἔχοντα τὸν πατέρα καὶ μόγις εἰς ἄστυ ἀναβαίνοντα καὶ τὸν ὀφθαλμὸν αὐτὸν προδιδόντα, λαγχάνει αὐτῷ δίκην, οὐ μὰ Δίʼ οὐχ ὥσπερ νῦν ἀργυρίου, ἀλλὰ βλάβης, ἐγκαλέσας βλάπτειν ἑαυτὸν ἀποδιδόντα Κηφισιάδῃ τὸ ἀργύριον, κατέλιπε Λύκων Ἡρακλεώτης παρʼ αὐτῷ, ἄνευ αὑτοῦ ὁμολογήσαντα μὴ ἀποδώσειν. λαχὼν δὲ παρὰ μὲν τοῦ διαιτητοῦ ἀνείλετο τὸ γραμματεῖον, προὐκαλέσατο δʼ αὐτὸν ἐπιτρέψαι Λυσιθείδῃ, αὑτοῦ μὲν καὶ Ἰσοκράτους καὶ Ἀφαρέως ἑταίρῳ, γνωρίμῳ δὲ τοῦ πατρός. 52.15ἐπιτρέψαντος δὲ τοῦ πατρός, ὃν μὲν χρόνον ἔζη πατήρ, ὅμως καίπερ οἰκείως ἔχων τούτοις Λυσιθείδης οὐκ ἐτόλμα οὐδὲν εἰς ἡμᾶς ἐξαμαρτάνειν. καίτοι οὕτω τινὲς ἀναίσχυντοι τῶν οἰκείων τῶν τουτουί, ὥστε ἐτόλμησαν μαρτυρῆσαι ὡς μὲν Κάλλιππος ὅρκον τῷ πατρὶ δοίη, δὲ πατὴρ οὐκ ἐθέλοι ὀμόσαι παρὰ τῷ Λυσιθείδῃ, καὶ οἴονται ὑμᾶς πείσειν ὡς Λυσιθείδης, οἰκεῖος μὲν ὢν τῷ Καλλίππῳ διαιτῶν δὲ τὴν δίαιταν, ἀπέσχετʼ ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι, αὐτοῦ γε ἑαυτῷ μὴ ʼθέλοντος δικαστοῦ γενέσθαι τοῦ πατρός. 52.16ὡς δὲ ἐγὼ μὲν ἀληθῆ λέγω, οὗτοι δὲ ψεύδονται, πρῶτον μὲν αὐτὸ ὑμῖν τοῦτο γενέσθω τεκμήριον, ὅτι κατεγνώκει ἂν αὐτοῦ Λυσιθείδης, καὶ ὅτι ἐγὼ ἐξούλης ἂν ἔφευγον νῦν, ἀλλʼ οὐκ ἀργυρίου δίκην· πρὸς δὲ τούτῳ ἐγὼ ὑμῖν τοὺς παρόντας ἑκάστοτε τῷ πατρὶ ἐν ταῖς συνόδοις ταῖς πρὸς τοῦτον, αἳ παρὰ τῷ Λυσιθείδῃ ἐγίγνοντο, μάρτυρας παρέξομαι.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52.12 Dem. 52.15 (English) >>Dem. 52.19

Powered by PhiloLogic